Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.69 Dem. 45.73 (English) >>Dem. 45.76

45.71ἄξιον τοίνυν, ἄνδρες Ἀθηναῖοι, καὶ Φορμίωνι τῷ παρασχομένῳ τουτονὶ νεμεσῆσαι τοῖς πεπραγμένοις, τὴν ἀναίδειαν τοῦ τρόπου καὶ τὴν ἀχαριστίαν ἰδόντας. οἶμαι γὰρ ἅπαντας ὑμᾶς εἰδέναι, ὅτι τοῦτον, ἡνίκʼ ὤνιος ἦν, εἰ συνέβη μάγειρον τινος ἄλλης τέχνης δημιουργὸν πρίασθαι, τὴν τοῦ δεσπότου τέχνην ἂν μαθὼν πόρρω τῶν νῦν παρόντων ἦν ἀγαθῶν. 45.72ἐπειδὴ δʼ πατὴρ ἡμέτερος τραπεζίτης ὢν ἐκτήσατʼ αὐτὸν καὶ γράμματʼ ἐπαίδευσεν καὶ τὴν τέχνην ἐδίδαξεν καὶ χρημάτων ἐποίησε κύριον πολλῶν, εὐδαίμων γέγονεν, τὴν τύχην, πρὸς ἡμᾶς ἀφίκετο, ἀρχὴν λαβὼν πάσης τῆς νῦν παρούσης εὐδαιμονίας. 45.73οὐκοῦν δεινόν, γῆ καὶ θεοί, καὶ πέρᾳ δεινοῦ, τοὺς Ἕλληνα μὲν ἀντὶ βαρβάρου ποιήσαντας, γνώριμον δʼ ἀντʼ ἀνδραπόδου, τοσούτων δʼ ἀγαθῶν ἡγεμόνας, τούτους περιορᾶν ἐν ταῖς ἐσχάταις ἀπορίαις ὄντας ἔχοντα καὶ πλουτοῦντα, καὶ εἰς τοῦθʼ ἥκειν ἀναιδείας ὥστε, ἧς παρʼ ἡμῶν τύχης μετέσχε, ταύτης ἡμῖν μὴ τολμᾶν μεταδοῦναι. 45.74ἀλλʼ αὐτὸς μὲν οὐκ ὤκνησε τὴν δέσποιναν γῆμαι καὶ τὰ καταχύσματʼ αὐτοῦ κατέχεε τόθʼ ἡνίκʼ ἐωνήθη, ταύτῃ συνοικεῖν, οὐδὲ προῖκα πέντε τάλανθʼ αὑτῷ γράψαι, χωρὶς ὧν οὔσης τῆς μητρὸς κυρίας οὗτος ἐγκρατὴς γέγονεν πολλῶν χρημάτων (τί γὰρ αὐτὸν οἴεσθʼ εἰς τὰς διαθήκας ἐγγράψαικαὶ τἄλλα, ὅσα ἐστίν, Ἀρχίππῃ δίδωμι;”) τὰς δʼ ἡμετέρας θυγατέρας μελλούσας διʼ ἔνδειαν ἀνεκδότους ἔνδον γηράσκειν περιορᾷ.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.69 Dem. 45.73 (English) >>Dem. 45.76

Powered by PhiloLogic